Τετάρτη 6 Ιανουαρίου 2010

ΕΟΡΤΗ ΘΕΟΦΑΝΕΙΩΝ-ΕΥΧΕΣ ΑΠΟ ΟΔΥΣΣΕΑ




῾Εορτή Θεοφανείων΄

Ἀπολυτίκιον Ἦχος α΄



Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι

Κοντάκιον Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ

Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε· Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

ᾨδὴ α᾽ Ἦχος β᾽ Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Στείβει θαλάσσης, κυματούμενον σάλον,

Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον.

Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,

Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,

Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.»



ΧΡΟΝΙΑ ΠΟΛΛΑ ΚΙ ΕΥΛΟΓΗΜΕΝΑ


ΤΟ ΦΩΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΜΑΣ ΝΑ ΦΩΤΙΖΕΙ ΚΑΙ ΝΑ ΑΓΙΑΖΕΙ ΟΛΗ ΜΑΣ ΤΗΝ ΥΠΑΡΞΗ

ΚΑΙ ΝΑ ΜΑΣ ΟΔΗΓΕΙ ΣΤΑ ΑΔΗΛΑ ΚΑΙ ΚΡΥΦΙΑ ΤΗΣ ΣΟΦΙΑΣ ΤΟΥ


᾿Οδυσσεύς