Πέμπτη 25 Μαρτίου 2010

ΑΚΡΟΣΤΙΧΙΣ ΚΑΤ’ ΑΛΦΑΒΗΤΟΝ Τῼ ΔΕΣΠΟΤῌ ΧΡΙΣΤῼ

ΑΚΡΟΣΤΙΧΙΣ ΚΑΤ’ ΑΛΦΑΒΗΤΟΝ

Τῼ ΔΕΣΠΟΤῌ ΧΡΙΣΤῼ


Ἀνείκαστε, μακρόθυμε, Δέσποτα πανοικτίρμον.

Βουλῆς μεγάλης Ἄγγελε, ὁ πάντα περιέπων.

Γένος βροτῶν σε δυσωπεῖ, ἱκετικῶς προσπίπτει.

Δοῦναι ἡμῖν συγχώρησιν τοῖς πταίουσιν ἀμέτρως.

Ἔχεις γὰρ πλῆθος οἰκτιρμῶν καὶ ἄβυσσον ἐλέους.

Ζωῆς ὑπάρχεις χορηγὸς καὶ σκότους καθαιρέτης.

Ἡλίου φαεινότερον τὸ πρόσωπόν σου πέλει.

Θαλάσσης πλέον ἄμετρον τὸ βάθος σῶν κριμάτων.

Ἰάτρευσον τὰ τραύματα, τὰ ἕλκη τῶν παθῶν μου.

Καθάρισον τὸν μολυσμόν, πλῦνόν μου ἀνομίας.

Λάμψον τὸ φῶς σου τὸ γλυκὺ ἐμοὶ τῷ ἐσκοτισμένῳ.

Μεῖνον ἐν τῇ καρδίᾳ μου, ὡς τῷ Ζακχαίῳ τότε.

Νέαν ταύτην ἀπέργασαι καὶ ῥύπου ἐλευθέραν.

Ξένην τῷ κόσμῳ καὶ τῇ γῇ καὶ τοῖς ἀτόποις ἔργοις.

Ὅπως ὀφθῶ σοι καθαρὸς τῷ μέλλοντι αἰῶνι.

Πράξεσι περιέπεσα καὶ λογισμοῖς ἀθέσμοις.

Ῥήματα ἐν τῇ γλώσσῃ μου μάταια περιφέρω.

Σῶμα ἠχρείωσα δεινῶς, ψυχὴν κατεδουλώθην.

Τῷ σῷ ἐλέει οὖν θαῤῥῶ εὑρεῖν τὴν σωτηρίαν.

Ὕψιστε, πολυεύσπλαγνε καὶ θελητὰ ἐλέους.

Φίλον πιστόν με ἐργασαι τῶν θείων ἐντολῶν σου.

Χείραν σου ἔκτεινον κἀμοὶ ὡς Πέτρῳ ἐν θαλάσσῃ.

Ψύχην μου θαλαττεύουσαν εἰρήνευσον σῷ λόγῳ.

Ὡς ἂν ὀπαύστως προσκυνῶ τὴν σὴν μεγαλωσύνην.

Πηγή:http://voutsinasilias.blogspot.com/















Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου