Κυριακή 4 Απριλίου 2010

Εὐαγγέλιο ᾿Αγάπης στήν ᾿Ομηρική Διάλεκτο συνταχθέν ὑπό ὁσίου Νικοδήμου ῾Αγιορείτου




Τό Εὐαγγέλιο τοῦ ῾Εσπερινοῦ τῆς "ΑΓΑΠΗΣ" τοῦ Πάσχα, αὐτό πού συνήθως λέγεται καί σέ πολλές γλῶσσες, ἔχει παραφρασθεῖ καί στήν ῾Ομηρική Διάλεκτο, σέ ἡρωϊκό ἑξάμετρο, ἀπό τόν ῞Αγιο Νικόδημο τόν ῾Αγιορείτη καί ψάλλεται ἀπό χορό σέ ἀρχαῖο μέλος. Παραθέτουμε τό κείμενο, γιά τούς ἐνδιαφερομένους, πού τό ἀκοῦν ἄλλωστε, ὁπωσδήποτε ἀπό τόν χορό τοῦ Καθεδρικοῦ Ναοῦ ᾿Αθηνῶν κάθε χρόνο στόν ῾Εσπερινό τῆς "᾿Αγάπης", καί ἀπό ἀλλοῦ, ἀλλά δέν ἔχουν τό κείμενο.
῎Οφρα κε νωιτέροισιν ἐν οὔασι πάγχυ βάλωμεν,
Θέσφατον, ἱμερόεσσαν, ἁγνήν, Εὐάγγελον ὄππα,
Μειλίξωμεν ῎Ανακτα Θεόν, μέγαν, οὐρανίωνα.
᾿Ιθυγενείς· Σοφίη. Εὐαγγελίοιο κλύωμεν.
Εἰρήνη χαρίεσσ᾿ ἐπ᾿ ἀπείρονα δῆμον ἐσεῖται.
᾿Εκ δ᾿ ἀρ᾿ ᾿Ιωάνοιο, τόδ᾿ ἔστι βροντογόνοιο.
᾿Αλλ᾿ ἄγετ᾿ ἀτρεμέσι χρησμούς λεύσωμεν ὀπωπαῖς.

Εὖτε δή ἠέλιος φαέθων ἐπὶ ἕσπερον ἦλθε.
Καὶ σκιόωντο ἀγυιαί, ἐπὶ χθονὶ πολυβοτείρη,
῎Ηματι ἐν πρώτῳ, ὅτε τύμβου ἆλτο Σαωτήρ,
Κληϊσταὶ δὲ ἔσαν θυρίδες πυκινῶς ἀραρυῖαι,
Βλῆντο δὲ πάντες ὀχῆες ἐϋσταθέος μεγάροιο
῎Ενθα μαθηταί, ὁμοῦ τε ἀολλέες ἠγερέθοντο,
Μυρόμενοι θανάτῳ ἐπ᾿ ἀεικέϊ Χριστοῦ ῎Ανακτος,
Καὶ χόλον ἀφραίνοντα ᾿Ιουδαίων τρομέοντες,
῎Ηλυθε δὴ τότε Χριστὸς ῎Αναξ θεοειδέϊ μορφῇ
῎Εστη δ᾿ ἐν μεσσάτῳ ἀναφανδόν, καὶ φάτο μῦθον.
Εἰρήνη ὑμῖν φίλη, ἡσυχίη τ᾿ ἐρατεινή.
῾Ως εἰπών, ἐπέδειξεν ἐὴν πλευρὴν ἠδὲ χείρας·
Γήθησαν δὲ μαθηταί, ἐπί ἴδον Εὐρυμέδοντα.

Τούς δ᾿ αὖτις προσέειπεν ᾿Ιησοῦς οὐρανοφοίτης·
Εἰρήνη ὑμῖν φίλη, ἡσυχίη τ᾿ ἐρατεινή·
῾Ως ἐμὲ πέμψε Πατήρ, ὅς ὑπέρτατα δωμᾶτα ναίει,
῟Ωδ᾿ ἐγὼ ὑμέας εἰς χθόνα πέμπω εὐρυόδειαν.
῾Ως ἄρα φωνήσας, μύσταις ἔμπνευσ᾿ ἀγορεύων·
Πνεῦμα δέχνυσθ᾿ ἅγιον φαεσίμβροτον, ὑψιθόωκον·
῟Ων μέν ἀτασθαλίας θνητῶν ἀφέητ᾿ ἐπὶ γαῖαν,
Τοῖσιν ἦ που ἀφίενται ἐπ᾿ οὐρανὸν ἀστερόεντα,
῟Ων δ᾿ ἀρ᾿ ἐπεσβολίας ὑπερφιάλων κρατέητε,
Τοῖσιν ἁλυκτοπέδης κεῖναι σθεναρῶς κρατέονται.

Θωμᾶς δ᾿ ᾧ ἐπίκλησις ἅπασι Δίδυμος ἀκούειν,
Οὐχ ἅμα τοῖς ἄλλοις μύσταις πρίν ὁμώροφος ἔσκε,
᾿Ιησοῦς ὅτ᾿ ἔβη εἴσω μελάθροιο ἑταίρων.
῎Ιαχον οὖν ἄλλοι τούτῳ ἐρίηρες ἑταῖροι·
Εἴδομεν ὀφθαλμοῖσιν ᾿Ιησοῦν Παγκρατέοντα.
Τούς δ᾿ ἀπαμειβόμενος Θωμᾶς προσέφησεν ἀτειρής·
῎Ιχνια ἥν μὴ ἴδω μετὰ χείρεσιν ἡλοτορήτῃς,
Δάκτυλον ἐμβάλω τε ἐκείνου ἔνδοθι χειρός,
Χεῖρά τ᾿ ἐμὴν εἴσω πλευρῆς οἱ ῥεῖα βαλοίμην,
Οὔποτε ὑμετέροισι λόγοις κεφαλῇ κατανεύσω.




















Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου