Κυριακή 23 Μαΐου 2010

ΛΟΓΟΣ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑΣ ΕΝ ΧΡΙΣΤῼ ΑΔΕΛΦΟΥΣ



ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΝΑΣΤΑΣΙΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΤΟΥ ΑΓΙΟΥ ΟΡΟΥΣ ΣΙΝΑ
Εἰς κοιμηθέντας ἐν Χριστῷ ἀδελφοὺς Λόγος τρίτος,
ἀναγινωσκόμενος τῷ Σαββάτῳ τῶν Ψυχῶν
(ἐκ τοῦ Ἑλληνικοῦ Τυπογραφείου, ἐν Βενετίᾳ 1865)

[Μέρος Α΄]
Τί τοῦτο σήμερον, Ἀγαπητοί, σπουδαίως ὁμοῦ ἐσυνάχθημεν; Διότι ἐκάλεσαν ἡμᾶς οἱ πρὸς Χριστὸν ἀπὸ ἡμᾶς καλεσθέντες Ἀδελφοί· διὸ καὶ προσέλθωμεν προθύμως πρὸς Χριστοῦ ὑμνωδίαν, ὅτι ἀνέστησαν ἡμᾶς, ἵνα ποιήσωμεν δοξολογίαν ἐπὶ τῆς γῆς, οἱ μετὰ Ἀγγέλων δοξολογοῦντες ἐν οὐρανοῖς· καὶ χοροὺς συστησάμενοι, καὶ τράπεζαν ἡμῖν πνευματικὴν παραθέμενοι οἱ τῆς τρυφῆς τοῦ παραδείσου χορταζόμενοι, οἱ τῆς ἐκεῖσε ἐμπεπλησμένοι ἀναπαύσεώς τε καὶ παρακλήσεως· καὶ φῶτα ἀνάψαντες, οἱ τὰς ἑαυτῶν καρδίας φωτίσαντες, καὶ πρὸς τὸ φῶς τὸ ἄδυτον δραμόντες. ῎Ελαβον γὰρ ἀπὸ ἡμᾶς τοὺς Ὁσίους οἱ πρὸς Χριστὸν Ὅσιοι, καὶ μετέστησαν ἀπὸ ἡμᾶς οἱ ποτὲ εὑρισκόμενοι μεθ᾽ ἡμῶν· μετεστάθησαν ἀπὸ ἡμᾶς οἱ καλῶς πρὸς Θεὸν ἐμπορευσάμενοι· ἀφῆκαν ἡμᾶς ὀρφανοὺς καὶ ἀπῆλθον πρὸς τὴν αὐτῶν Πατρίδα· ἀφῆκαν τὴν φθορὰν καὶ πρὸς τὴν ἀφθαρσίαν ἀνῆλθον· ἔλειψαν ἐκ τοῦ κόσμου καὶ πρὸς Χριστὸν ἀνέτειλαν· ἐξῆλθον ἐκ τῆς καλύβης καὶ ἐκατοίκησαν εἰς τὴν Ἱερουσαλήμ· ἀφῆκαν τὴν τοῦ βίου ματαιότητα καὶ ἔφθασαν εἰς τὴν ἄνω μακαριότητα· ἀφῆκαν τὰς ματαίας συγχύσεις καὶ ὥδευσαν εἰς τόπους εἰρηνικούς· ἐξῆλθον ἐκ τοῦ χειμῶνος καὶ τῆς φουρτούνας τοῦ κόσμου, καὶ ἄραξαν εἰς τοὺς γαληνοὺς λιμένας· ἀφῆκαν τὴν τοῦ κόσμου ματαίαν σκιάν καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης ἀνέδραμον. Καὶ γὰρ ὅταν ἦσαν μεθ᾽ ἡμῶν ὡς οὐκ ὄντες μεθ’ ἡμῶν, τὸν νοῦν εἶχον πάντοτε πρὸς τὸν Θεόν· καὶ εὑρισκόμενοι εἰς τὴν γῆν τὸ πολίτευμα εἶχον εἰς τοὺς οὐρανούς· καὶ ζῶντες ἐν σαρκὶ οὐκ ἦσαν ἐν σαρκί· οὐ γὰρ εἶχον ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν ἄνω Ἱερουσαλήμ· οὐκ εἶχον ὧδε πρόσκαιρον πλοῦτον, ἀλλὰ τὸν οὐράνιον πλοῦτον. Ξένοι καὶ παρεπίδημοι ἦσαν, καθὼς πάντες οἱ Πατέρες αὐτῶν· ξένοι τοῦ κόσμου καὶ τῶν τοῦ κόσμου πραγμάτων· ὅτι τὴν ψυχὴν αὐτῶν πάντοτε κατεστόλιζαν, τὰ ἄνω φρονοῦντες, τὰ ἄνω σκοπεύοντες· τὰς ἐκεῖ μονάς, τὰς ἐκεῖ κατοικίας, τὰ ἐκεῖ κάλλη ἐπιθυμοῦντες· τὰς ἄνω χοροστασίας, τὰς ἄνω ὑμνωδίας, τὰς ἐκεῖ ἑορτὰς καὶ αἰώνια ἀγαθὰ καὶ Θεοῦ χαρίσματα. Πρὸς ἐκεῖνα ἐσκόπευον, πρὸς ἐκεῖνα ἔτρεχον, διὰ τοῦτο καὶ ἔτυχον· ἐκοπίασαν, διὸ καὶ εἰσῆλθον εἰς τὴν φωτεινὴν τοῦ νυμφῶνος κατοικίαν· ἐπόνεσαν, διὸ καὶ εὐφραίνονται· δὲν ἀμέλησαν, διὰ τοῦτο καὶ ἀναπαύονται· ἐφρόνησαν, ὅτι τῶν τοῦ κόσμου πραγμάτων κατεφρόνησαν. Ἐξῆλθον ἐκ τοῦ κόσμου καὶ ἀπῆλθον εἰς τὴν χώραν τὴν ἁγίαν καὶ αἰώνιον· ἐξῆλθον ἔξαφνα καὶ ἐπετάσθησαν ὡς χελιδόνες καλόφωνοι· ἐπετάσθησαν ὡς τρυγόνες ἐρημικαὶ καὶ καθαρώταται· ἐχωρίσθησαν τῆς ποίμνης ἡμῶν ὡς ἀρνία καθαρά. Μετέστησαν τῆς μάνδρας καὶ στενάζουσι τὰ πρόβατα· ἀφῆκαν τὴν φωλεὰν ἡμῶν καὶ βοῶμεν ὡς μικρὰ αὐτῶν πουλία· ἐχωρίσθη τὸ μέλος καὶ λυποῦνται τὰ λοιπὰ μέλη· δακρύομεν, ὅτι τῆς συνοδείας σας ἐχωρίσθημεν· στενάζομεν, ὅτι τοὺς χαρακτῆρας σας δὲν βλέπομεν· ὀδυνόμεθα, ὅτι οὕτως ἔξαφνα ἁρπαζόμεθα· ὀδυρόμεθα, ὅτι καὶ ἡμεῖς ὀγλίγωρα ἀπερχόμεθα· λυπούμεθα, ὅτι τῆς ἀρετῆς σας ἐνθυμούμεθα. Τοὺς ὀφθαλμοὺς περιστρέφομεν καὶ τὴν ἀγάπην σας δὲν βλέπομεν· δακρύομεν, ὅτι καὶ τὰ ζῶα δακρύουσιν ἐπὶ τῷ χωρισμῷ τῶν ὁμοφύλων αὑτῶν· ὀδυρόμεθα, ὅτι καὶ οἱ βόες μουγγρίζουν ἐκζητοῦντες τοὺς ὁμοζύγους αὑτῶν· καὶ χελιδόνες βοῶσιν, ἁρπαζομένων τῶν πουλίων αὑτῶν· καὶ ἄρνες κράζουσι, χωριζομένων τῶν ἀδελφῶν αὑτῶν. Ὅτι ἐὰν καὶ εἰς ἐσᾶς εἰς συμφέρον ὁ θάνατος ἐγένετο, ἀλλὰ εἰς ἡμᾶς λύπην ἐποιήσατε· τὸ ἐδικόν σας μαρτύριον ἔγινεν εἰς ἐσᾶς ἐπιθυμητόν, ἀλλὰ εἰς ἡμᾶς ἔγινε θλίψις· «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ, τῶν δὲ ἁμαρτωλῶν ὁ θάνατος πονηρός».
Διὸ καὶ ἔλεγεν ὁ Προφήτης· «ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῶν πταισμάτων μου κυκλώσει με». Ὅτι ἔρχεται ἡμέρα καὶ ὥρα, Ἀδελφοί· ἔρχεται, δὲν θέλει λείψῃ· ὅταν ἀφήσῃ ὁ ἄνθρωπος πάντα, καὶ πάντας καὶ ἀπέλθῃ μόνος καὶ μεμονωμένος, γυμνὸς καὶ ἀβοήθητος, ἀσυνόδευτος καὶ ἀνέτοιμος, καὶ ἀπαῤῥησίαστος, ἐὰν εἰς ἀμέλειαν εὑρεθῇ ἐν ἡμέρᾳ, ὁποῦ δὲν γινώσκει, καὶ ἐν ὥρᾳ, ὁποῦ δὲν παντυχαίνει· εἰς ὅσον χαίρεται καὶ θησαυρίζει, εἰς ὅσον εὐημερεῖ καὶ δὲν μεριμνᾷ διὰ τὴν ψυχὴν αὑτοῦ. Ἔρχεται ἔξαφνα μία ὥρα, καὶ ὅλα παύουσι· μικρὸς πυρετὸς καὶ πόνος καὶ ὅλα εἰς οὐδὲν λογισθήσονται· μία νὺξ βαθεῖα καὶ σκοτεινὴ καὶ ὀδυνηρὰ καὶ φέρεται ὡς κατάδικος ἐκεῖ, ὁποὺ τὸν πηγαίνουσι. Πολλῶν σοι, ἄνθρωπε, τῶν ὁδηγῶν χρεία, πολλῶν σοι τῶν βοηθῶν καὶ εὐχῶν ἐν τῇ ὥρᾳ ἐκείνῃ τοῦ χωρισμοῦ τῆς ψυχῆς σου. Μέγας τότε ὁ φόβος καὶ ὁ τρόμος, μέγα τὸ Μυστήριον καὶ ἡ περίστασις· μεγάλη ἡ διάβασις πρὸς ἐκεῖνον τὸν κόσμον· διότι, ἐὰν ἀπὸ χώραν ἀπερχόμενοι ὁδηγῶν τινων χρειαζόμεθα, πόσον περισσότερον ὅταν ὑπάγωμεν εἰς τὸν ἀπέραντον αἰῶνα, ὅθεν οὐδεὶς ἐκεῖθεν ἐστράφη; Πολλή σοι, λέγω, τότε τῶν βοηθῶν ἡ χρεία ἐν ἐκείνῃ τῇ ὥρᾳ. Ἡ μόνη ὥρα καὶ οὐχὶ ἄλλη ὥρα· ἡ μόνη γέφυρα, καὶ πέραμα ἕτερον μὴ ἔχουσα· τὸ πάντων τέλος καὶ ὁ πάντων φόβος. Σκληρὸν τὸ πέραμα, ἀλλὰ ὅλοι δι᾽ αὐτοῦ ἀπερχόμεθα· στενὴ καὶ τεθλιμμένη ἡ στράτα, ἀλλὰ πάντες δι᾽ αὐτῆς περνῶμεν· πικρὸν καὶ δεινὸν τὸ ποτήριον, ἀλλὰ πάντες αὐτό, καὶ οὐχὶ ἄλλο πίνομεν· μέγα καὶ ἀνεκδιήγητον τὸ τοῦ θανάτου Μυστήριον καὶ οὐδεὶς ἡμῖν δύναται νὰ τὸ διηγηθῇ· ὅτι φρικτὰ καὶ φοβερὰ ἅπερ τότε βλέπει ἡ ψυχὴ ἀλλὰ οὐδεὶς ἀπὸ ἡμᾶς ταῦτα γινώσκει, εἰ μὴ μόνον ἐκεῖνοι οἱ προερχόμενοι. Δὲν βλέπεις, εἰπέ μοι, ὁπόταν πρὸς τοὺς τελευτῶντας Ἀδελφοὺς καὶ ψυχοῤῥαγοῦντας παρακαθήμεθα, ποῖα φοβερὰ βλέπομεν τότε γινόμενα; πῶς ταράσσονται καὶ στενάζουσι, πῶς ἱδρώνουσι ψυχρὸν καὶ πικρὸν ἱδρῶτα, ὥσπερ οἱ θερισταὶ εἰς τὸ χωράφιον; πῶς τοὺς ὀφθαλμοὺς περιστρέφουσιν ἐδῶθεν καὶ ἐκεῖθεν; πῶς μερικοὶ τρίζουσι τοὺς ὀδόντας καὶ τρομάσσουν; πῶς ταράσσονται καὶ τὰς τρίχας αὑτῶν ἀνασπάζουσι; πῶς ἐκ τῆς κλίνης σηκώνονται καὶ φεύγειν βουλόμενοι οὐ δύνανται, διότι βλέπουσιν ἐκεῖνα ὁποὺ οὐδέποτε εἶδαν, καὶ ἀκούουσιν ἐκεῖνα ὁποὺ οὐδέποτε ἤκουσαν καὶ παθαίνουσιν ἐκεῖνο ὁποὺ οὐδέποτε ἔπαθον. Ζητοῦσι τὸν λυτρούμενον καὶ οὐδεὶς λυτρώνει αὐτούς· ζητοῦσι τὸν συνοδεύοντα καὶ οὐδεὶς ὁ συνοδεύων· παρακαλοῦσι καὶ οὐδεὶς ὁ τολμῶν· τοὺς ὁποίους βλέποντες ἡμεῖς τρέχομεν καὶ κλαίομεν καὶ κρατοῦντες τὰς χεῖρας αὐτῶν, ἀσπαζόμενοι τοῖς δάκρυσι βρέχομεν καὶ σφογγίζομεν τὸν ἱδρῶτα τοῦ προσώπου αὐτῶν καὶ τοὺς ὀφθαλμοὺς ἀσπαζόμεθα, τὴν δὲ γλῶσσαν φλεγομένην δροσίζομεν ὕδατι· τὰ αὐτία ἡμῶν σιμώνοντες, ἵνα τῶν μικρῶν λογίων αὐτῶν ἀκούσωμεν, εἶτα καὶ ἐρωτῶμεν αὐτοὺς λέγοντες· πῶς βλέπεις σεαυτόν, ἀδελφέ; μὴ οὖν φοβοῦ, ὅτι φιλάνθρωπός ἐστιν ὁ Θεός.
Ταῦτα πρὸς αὐτοὺς λέγοντες καὶ τὰ στήθη τοῖς δάκρυσι βρέχομεν καὶ τὴν καρδίαν κατακαιόμεθα, ὅτε ταῦτα λέγωμεν. Οὐκ ἔστιν εἰς ἡμᾶς τότε ἔρωτας πονηρός, οὐκ ἔστι τότε χρημάτων φροντίδα καὶ φαγητῶν. Ἀλλὰ βλέποντες τὸ μέγα τοῦ θανάτου Μυστήριον τρέμομεν καὶ τὰς κεφαλὰς ἡμῶν κινοῦμεν καὶ τὸ ὄμμα στυγνάζοντες, ἑαυτοὺς ταλανίζομεν, οὐαί, οὐαὶ ἡμῖν λέγοντες, ὁπόταν πρὸς ἡμᾶς ὁ ἐρχόμενος, εἰς ὅλους ἡμᾶς ἀποχαιρετᾷ καὶ λέγει: Ἔῤῥωσθε, Ἀδελφοί μου καλοί, ἔῤῥωσθε καὶ ὑπὲρ ἐμοῦ τῇ ὥρᾳ ταύτῃ ἀναστάντες προσεύξασθε· ὅτι εἰς ὁδὸν μακρὰν ἀπέρχομαι, εἰς τὴν ὁποίαν οὐδέποτε ἐπεριπάτησα· καὶ εἰς χώραν ξένην, ὅπου οὐδεὶς ἐκεῖ μὲ γνωρίζει· καὶ εἰς κόσμον φοβερόν, ὅθεν οὐδεὶς ἐστράφηκε. Λοιπὸν σώζεσθε, Ἀδελφοὶ καὶ φίλοι, ὅτι ἐγὼ πλέον οὐκ εἰμὶ φίλος, ἀλλὰ ξένος. Σώζεσθε πάντες, καὶ δεῦτε καταλάβετε· ἀναμένομέν σας γὰρ ἐκεῖ, ἵνα ἔλθετε, ἐγὼ δὲ πλέον δὲν ἔρχομαι πρὸς ἐσᾶς. Εἴ τι οἴδαμεν, οἴδαμεν, εἴ τι ἐπράξαμεν, ἀπολαμβάνομεν. Φέρομαι καὶ οὐ γινώσκω ποῦ ἀπέρχομαι· νῦν εἴ τι δ᾽ ἂν ἐπὶ τῆς γῆς ἐθησαύρισα, τοῦτο μοι ὄφελος· ἐάν τινα ἠλέησα, αὐτῇ τῇ ὥρᾳ ἐλεηθήσομαι· ἐάν τινα ἐσκέπασα, νῦν σκεπασθήσομαι· ὅτι βαρεῖα καὶ πικρὰ αὕτη ἡ ὥρα τοῦ χωρισμοῦ τῆς ψυχῆς μου ὑπὲρ πᾶσαν ὥραν· ὅτι ἀνέτοιμος ἐπάρθηκα· σκοτεινή μοι ἡ παροῦσα νύξ· ὅτι ἄκαρπος ἐκόπηκα, βαρεῖα μοι ἡ ἀπολογία. Δῶρα οὐκ ἔχω καὶ παρακαλῶ σας, δακρύσατε ἐπ᾽ ἐμοί· συμπαθήσατε καὶ προσεύξασθε πρὸς Κύριον, ἵνα εὕρω ἐκεῖ μικρὰν ἄνεσιν· ἵνα λάβω ἐκεῖ μικρὸν ἔλεος, ὅτι πολλὰ ἥμαρτον. Καὶ τί μοι κηρία ἀνάπτετε, Ἀδελφοί; ὅτι ἐγὼ τὴν λαμπάδα τῆς ψυχῆς μου δὲν ἄναψα. Τί δέ με ἐνδύματα λαμπρὰ ἐνδύετε; ὅτι οὐκ ἔχω ἐμαυτῷ γάμου ἔνδυμα. Τί δέ μου καὶ μὲ ὕδωρ τὸ σῶμα ἐπλύνετε; ὅτι οὐκ ἔπλυνα ἐμαυτὸν τῷ τῶν δακρύων ὕδατι. Τί δέ με καὶ εἰς τάφον μετὰ ὁσίων κατατίθετε, ὧν τὸν βίον καὶ τὸν τρόπον οὐκ ἔπραξα; Οἴμοι πῶς ἐμαυτὸν ἐπλάνεσα καὶ ἐνέπαιξα λέγων ὅσον εἰὶ νέος, ἀπολαύσω τῆς τοῦ κόσμου χαρᾶς, θεραπεύσω μου τὴν σάρκα, καὶ ἐν ὑστέροις μετανοῶ, ὅτι ὁ Θεὸς φιλάνθρωπος ὤν, πάντως ποιήσει μου τὴν συγχώρησιν. Ταῦτα ἐννοῶν καθ᾽ ἡμέραν, τὴν ζωήν μου κακῶς ἐξωδίασα· ἐδιδασκόμην, καὶ οὐ προσεῖχον· ἑρμηνευόμην, καὶ κατεγέλων· ἤκουα τῶν Γραφῶν, καὶ ὡς μὴ ἀκούων ἐποίουν· ἤκουον περὶ κρίσεως καὶ θανάτου, καὶ ὡς ἀθάνατος καὶ αἰώνιος κατεφρόνουν· καὶ ἰδοὺ ἀνέτοιμος ἀπέρχομαι, καὶ οὐδεὶς ὁ βοηθῶν· ἰδοὺ ἀμετανόητος ἐφθάσθηκα, καὶ οὐδεὶς ὁ ἀπαλλάττων· ἰδοὺ δέομαι, καὶ οὐδεὶς ὁ εἰσακούων· ἰδοὺ καταδικάζομαι, καὶ οὐδεὶς ὁ λυτρούμενος. Δικαία ἡ κρίσις τοῦ Θεοῦ· ποσάκις μετανοεῖν συνετασσόμην, καὶ πάλιν χειρότερον ἔπραττον· ποσάκις μὲ ἠλέησεν, ἐγὼ δὲ παρώργιζα.
Ταῦτα πολλάκις τοῦ τελευτῶντος πρὸς ἡμᾶς διαλεγομένου, ἔξαφνα δένεται ἡ γλῶσσα αὐτοῦ, ἀλλοιοῦν οἱ ὀφθαλμοί, χάνεται ὁ νοῦς, σιγᾷ τὸ στόμα, κωλύεται ἡ φωνή. Ὁπόταν αἱ Δεσποτικαὶ Δυνάμεις ἔλθωσιν, ὅταν αἱ φοβεραὶ στρατιαὶ φθάσωσι, καὶ καλοῦσι τὴν ψυχὴν ἐκ τοῦ σώματος, ὅταν οἱ ἀπαρακάλεστοι ὑπηρέται εἰς τὸ Κριτήριον βιαίως ἀποφέρονται, ἐμβλέψας εἰς αὐτοὺς ὁ ταλαίπωρος ἄνθρωπος, κἂν Βασιλεύς εἶναι, κἂν Δυνάστης καὶ Τύραννος, κἂν Κοσμοκράτωρ, ὅλος τρέμει, ὡς φύλλον ὑπὸ ἀνέμου, ὅλος σπαράσσεται καὶ ἐξίσταται βλέπων δυνάμεις φοβερὰς καὶ μορφὰς ξένας καὶ δυνατάς· βλέπων πρόσωπα τρομακτικὰ καὶ αὐστηρά· βλέπων τάξιν, ἣν οὐδέποτε εἶδε καὶ πρὸς ἑαυτὸν ἐννοῶν λέγει· Εὐλογητὸς ὁ μόνος ἀθάνατος καὶ αἰώνιος Βασιλεύς.[…]

Πηγή: http://christianvivliografia.wordpress.com

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου