Τετάρτη 22 Σεπτεμβρίου 2010

ΠΕΡΙ ΤΟΥ ΣΥΓΧΩΡΕΙΝ ΤΩ ΠΛΗΣΙΟΝ - ΑΝΤΙΟΧΟΥ ΜΟΝΑΧΟΥ






Τῷ συγχωρεῖν τῷ πλησίον ἀπὸ καρδίας, Δεσποτικὴ ἐντολή ἐστιν, καὶ σωτήριος πᾶσιν ἀνθρώποις. ῾Η γὰρ ἐντολὴ αὐτοῦ ζωή αἰώνιός ἐστιν. ᾿Εὰν οὖν συγχωρῶμεν, συγχωρούμεθα· ἐὰν δὲ μή, ἐπισφραγίζωμεν τὰς ἑαυτῶν ἁμαρτίας. Τίς οὖν σοφὸς ὁ θέλων τυχεῖν τῆς ἀφέσεως τῶν ἀναριθμήτων αὐτοῦ πλημμελημάτων, μὴ μετὰ χαρᾶς ἀφήσει τῷ πλησίον αὐτοῦ τὰ ἐλάχιστα ἐλαττώματα; Οὐ μόνον δὲ ὁ Κύριος τοῦτο ἐντέλλεται ἡμῖν ποιεῖν, ἀλλὰ καὶ ἔργῳ ἡμῖν ὑπέδειξεν πῶς δεῖ αὐτὴν ἐκτελεῖν. ᾿Εν γὰρ τῷ σταυρῷ ὤν παρεκάλει ὑπὲρ τῶν εἰς αὐτὸν ἀνομησάντων τὸν ἑαυτοῦ Πατέρα, λέγων· «Πάτερ ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσιν».
   ᾿Ιδοὺ ὁ εὔσπλαγχνος καὶ ὑπεράγαθος ὑπεραπολογεῖται ὑπὲρ αὐτῶν λέγων· «οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Καὶ πρὸ τούτου δὲ τῶν μαθητῶν ἀγανακτούντων κατά τινων Σαμαρειτῶν μὴ δεξαμένων αὐτούς, καὶ αἰτούντων θεηλάτῳ πυρὶ ἀναλωθῆναι αὐτούς, ἐπετίμησεν αὐτοῖς, λέγων, «οὐκ οἴδατε ποίου πνεύματός ἐστε». Τοὐτέστιν τοῦ πράου, καὶ ἀγαθοῦ. Τὸ αὐτὸ δὲ καὶ διὰ τῶν προφητῶν ἐκδιδάσκει ἡμᾶς. Φησὶν ὁ Ζαχαρίας· «Κρῖμα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ». Καὶ ὁ Παῦλός φησιν· «γίνεσθε οὖν εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι μιμηταὶ Θεοῦ, ὡς τέκνα ἀγαπητά, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν». ῾Ο δὲ προφήτης ᾿Αβδιού· «ὃν τρόπον πεποίηκας,ἔσται σοι οὕτως· καὶ τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεταί σοι εἰς κεφαλήν σου». ᾿Οφείλομεν οὖν συμπάσχειν καὶ συγχωρεῖν ἀλλήλοις, ὅτι ὅτι ἓν σῶμά ἐσμεν καὶ ἀλλήλων μέλη, καὶ τὸ αὐτὸ ὀφείλομεν ὑπὲρ ἀλλήλων φρονεῖν· φοβούμενοι καὶ τὴν αὐτοῦ τοῦ Κυρίου φοβερὰν ἀπόφασιν, καὶ ἀπὸ καρδίας συγχωρήσωμεν ἀλλήλοις. Εἶπε γάρ, ὅτι οὕτως ποιήσει ὑμῖν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ἡμῶν τὰ παραπτώματα αὐτῶν»· «δοῦλε γάρ, φησίν, πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκα σοι, ἐπεὶ παρεκάλεσάς με, οὐκ ἔδει καὶ σέ, ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγώ σε ἠλέησα; Καὶ ὀργισθεὶς παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον». Καὶ τῷ Πέτρῳ δὲ ἐρωτήσαντι· «ποσάκις ἀφήσω τῷ ἀδελφῷ μου ἐὰν ἁμαρτήσῃ εἰς ἐμέ; ἕως ἑπτάκις; ἀπεκρίνατο αὐτῷ ὁ Κύριος· «Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ᾿ ἕως ἑβδομηκοντάκις ἑπτά». Διὰ τοῦτο ἐπάγει· «ἄφετε καὶ ἀφεθήσεται ὑμῖν», Καὶ ἐὰν ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ. Καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ· καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ  εἰς σέ, καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ πρὸς σέ, λέγων, μετανοῶ, ἄφες αὐτῷ. Αὐτῷ ἡ δόξα τῷ εὐσπλάγχνῳ καὶ φιλανθρώπῳ Χριστῷ, εἰς τοὺς αἰώνας τῶν αἰώνων. ᾿Αμήν.

Πηγή:᾿Αντιόχου τοῦ ἐκ Γαλατίας, μοναχοῦ τῆς Λαύρας τοῦ ῾Αγίου Σάββα, ΠΑΝΔΕΚΤΗΣ ΤΩΝ ΘΕΟΠΝΕΥΣΤΩΝ ΑΓΙΩΝ ΓΡΑΦΩΝ, ἐκδίδοται πρὸς ἠθικὴν τῶν χριστιανῶν ὠφέλειαν ὑπὸ ΝΕΚΤΑΡΙΟΥ ΚΑΦΑΛΑ, ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΠΕΝΤΑΠΟΛΕΩΣ, Διευθυντοῦ τῆς ᾿Εκκλησιαστικῆς Ριζαρείου Σχολῆς, σελ. 124, 125,  ἐν ᾿Αθήναις, ἐκ τοῦ τυπογραφείου Παρασκευᾶ Λεώνη, 1906.

᾿Αντιγραφή:᾿Οδυσσεύς

1 σχόλιο: