"᾿Εγώ εἰμί τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος, ὁ πρῶτος καὶ ὁ ἔσχατος" (᾿Αποκ. κβ΄, 13)

Κείμενα γιά τήν ἑλληνική γλῶσσα στή διαχρονική της μορφή, ἄρθρα ὀρθοδόξου προβληματισμοῦ καί διδαχῆς, ἄρθρα γιά τήν ῾Ελλάδα μας πού μᾶς πληγώνει...


Κυριακή 31 Ιανουαρίου 2010

ΥΠΑΠΑΝΤΗΣ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΕΓΚΩΜΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΥ 2.

ΥΠΑΠΑΝΤΗΣ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

ΕΓΚΩΜΙΑ

(Ἐκ τοῦ βιβλίου: Ἀκολουθίαι τῶν Ἁγίων Τεσσάρων Νέων τοῦ Χριστοῦ Μαρτύρων Ἀγγελή, Μανουήλ, Γεωργίου καὶ Νικολάου, τῶν ἐν Ῥεθύμνῃ τῆς Κρήτης μαρτυρησάντων· καὶ τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παμφλαγόνος. Πρὸς δὲ καὶ Μακαριστήρια· ψαλλόμενα εἰς Θεομητορικὰς Ἑορτὰς καὶ ἑορταζομένους Ἁγίους.

Ἐκδοθέντα ὑπὸ Σπ. Εὐθυμιάδου, τοῦ ἐκ Βλάτσης τῆς Μακεδονίας. Ἐν Ἐρμουπόλει Σύρου. Τύποις Γ. Μελισταγοῦς, Μακεδόνος. 1865)


Ἐγκώμια: Ψαλλόμενα ἀντὶ τοῦ Κοινωνικοῦ

Στάσις γ΄. Αἱ γενεαὶ πᾶσαι

Αἱ γενεαὶ πᾶσαι, μεγαλύνομέν σε, Χριστέ μου Ζωοδότα.

Αἱ γενεαὶ πᾶσαι, δοξάζομεν τὴν θείαν, Ὑπαπαντήν σου Λόγε.

Αἱ γενεαὶ πᾶσαι, γεραίρομεν ἐν ὕμνοις, Ὑπαπαντήν σου Σῶτερ.

Αἱ γενεαὶ πᾶσαι, νῦν τὴν Ὑπαπαντήν σου, Χριστέ μου εὐφημοῦμεν.

Δεῦτε μετὰ πόθου, τιμήσωμεν τὴν θείαν, Ὑπαπαντὴν τοῦ Κτίστου.

Ἡ οἰκουμένη πᾶσα, νῦν τὴν Ὑπαπαντήν σου, Χριστὲ τιμᾷ συμφώνως.

Σήμερον ἠγκαλίσθη, ὁ πρέσβυς τὸν Δεσπότην, ὅνπερ ἰδεῖν ἐπόθει.

Ὁ Κτίστης τῶν ἁπάντων, νήπιον καθορᾶται, θέαμα ξένον ὄντως.

Ὁ Συμεὼν ὁ πρέσβυς, βαστάζει τὸν Σωτῆρα, ταῖς γηραιαῖς ἀγκάλαις.

Δεῦτε πιστοὶ τὸν Κτίστην, ἴδωμεν νῦν τοῦ κόσμου, ὅν Συμεὼν βαστάζει.

Ὑπὸ μητρὸς προσήχθης, Χριστέ μου νέον βρέφος, τῷ γηραιῷ πρεσβύτῃ.

Ἄγγελοι τὸν Δεσπότην, νήπιον παραδόξως, ἐξίσταντο ὁρῶντες.

Νῦν ἀπολύεις πάντας, τοὺς δούλους σου ὁ πρέσβυς, ἔφη λαβὼν τὸν Κτίστην.

Οἱ ὀφθαλμοί μου εἶδον, νῦν τὸ σωτήριόν σου, ἔφη Χριστῷ ὁ πρέσβυς.

Οὐράνιαι δυνάμεις, σήμερον ἀοράτως, παρίστανται τῷ Κτίστῃ.

Σήμερον ὁ Δεσπότης, ἐν τῷ Ναῷ προσήχθη, Νόμου πληρῶν τὴν τάξιν.

Ὤ Συμεὼν πρεσβύτα, ὑπόδεξαι τὸν Κτίστην, ὅνπερ ἐπόθεις λίαν.

Ἀγκάλαις ὑπεδέχθη, σήμερον ἐκτελοῦσιν, Ὑπαπαντὴν τοῦ Κτίστου.

ᾨδαῖς ἀνευφημοῦμεν, νῦν τὴν Ὑπαπαντήν σου, σῶσον δεινῶν Χριστέ μου.

Ἄγγελοι σὺν ἀνθρώποις, σήμερον ἐκτελοῦσιν, Ὑπαπαντὴν τοῦ Κτίστου.

Τοὺς τὴν Ὑπαπαντήν σου, τελοῦντας Ἰησοῦ μου, ῥῦσαι κινδύνων πάντας.

Τοὺς ἀνυμνοῦντας πόθῳ, νῦν τὴν Ὑπαπαντήν σου, σῶσον δεινῶν Χριστέ μου.

Οἱ λατρευταί σου Σῶτερ, ῥυσθείημεν γεέννης, πυρὸς τοῦ αἰωνίου.

Τοὺς τὴν σεπτήν σου Λόγε, Ὑπαπαντὴν τιμῶντας, φύλαττε ἐκ κινδύνων.

Οἱ τὴν Ὑπαπαντήν σου, τελοῦντες Θεοῦ Λόγε, ῥυσθείημεν γεέννης.

Βασάνων πολυτρόπων, ῥυσθείημεν Χριστέ μου, οἱ λατρευταί σου πάντες.

Δόξα. Τριαδικόν.

Τρισήλιε Θεέ μου, πυρὸς ἐκ τῆς γεέννης, ῥῦσαι ἡμᾶς τοὺς δούλους.

Καὶ νῦν. Θεοτοκίον.

Πανάχραντε Παρθένε, ὑπὲρ ἡμῶν μὴ παύσῃς, πρεσβεύειν τῷ Υἱῷ σου.


Πηγή: http://voutsinasilias.blogspot.com

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου