Τό Εὐαγγέλιο τοῦ ῾Εσπερινοῦ τῆς "ΑΓΑΠΗΣ" τοῦ Πάσχα, αὐτό πού συνήθως λέγεται καί σέ πολλές γλῶσσες, ἔχει παραφρασθεῖ καί στήν ῾Ομηρική Διάλεκτο, σέ ἡρωϊκό ἑξάμετρο, ἀπό τόν ῞Αγιο Νικόδημο τόν ῾Αγιορείτη καί ψάλλεται ἀπό χορό σέ ἀρχαῖο μέλος. Παραθέτουμε τό κείμενο, γιά τούς ἐνδιαφερομένους, πού τό ἀκοῦν ἄλλωστε, ὁπωσδήποτε ἀπό τόν χορό τοῦ Καθεδρικοῦ Ναοῦ ᾿Αθηνῶν κάθε χρόνο στόν ῾Εσπερινό τῆς "᾿Αγάπης", καί ἀπό ἀλλοῦ, ἀλλά δέν ἔχουν τό κείμενο. ῎Οφρα κε νωιτέροισιν ἐν οὔασι πάγχυ βάλωμεν, Θέσφατον, ἱμερόεσσαν, ἁγνήν, Εὐάγγελον ὄππα, Μειλίξωμεν ῎Ανακτα Θεόν, μέγαν, οὐρανίωνα. ᾿Ιθυγενείς· Σοφίη. Εὐαγγελίοιο κλύωμεν. Εἰρήνη χαρίεσσ᾿ ἐπ᾿ ἀπείρονα δῆμον ἐσεῖται. ᾿Εκ δ᾿ ἀρ᾿ ᾿Ιωάνοιο, τόδ᾿ ἔστι βροντογόνοιο. ᾿Αλλ᾿ ἄγετ᾿ ἀτρεμέσι χρησμούς λεύσωμεν ὀπωπαῖς.
Εὖτε δή ἠέλιος φαέθων ἐπὶ ἕσπερον ἦλθε. Καὶ σκιόωντο ἀγυιαί, ἐπὶ χθονὶ πολυβοτείρη, ῎Ηματι ἐν πρώτῳ, ὅτε τύμβου ἆλτο Σαωτήρ, Κληϊσταὶ δὲ ἔσαν θυρίδες πυκινῶς ἀραρυῖαι, Βλῆντο δὲ πάντες ὀχῆες ἐϋσταθέος μεγάροιο ῎Ενθα μαθηταί, ὁμοῦ τε ἀολλέες ἠγερέθοντο, Μυρόμενοι θανάτῳ ἐπ᾿ ἀεικέϊ Χριστοῦ ῎Ανακτος, Καὶ χόλον ἀφραίνοντα ᾿Ιουδαίων τρομέοντες, ῎Ηλυθε δὴ τότε Χριστὸς ῎Αναξ θεοειδέϊ μορφῇ ῎Εστη δ᾿ ἐν μεσσάτῳ ἀναφανδόν, καὶ φάτο μῦθον. Εἰρήνη ὑμῖν φίλη, ἡσυχίη τ᾿ ἐρατεινή. ῾Ως εἰπών, ἐπέδειξεν ἐὴν πλευρὴν ἠδὲ χείρας· Γήθησαν δὲ μαθηταί, ἐπί ἴδον Εὐρυμέδοντα.
Τούς δ᾿ αὖτις προσέειπεν ᾿Ιησοῦς οὐρανοφοίτης· Εἰρήνη ὑμῖν φίλη, ἡσυχίη τ᾿ ἐρατεινή· ῾Ως ἐμὲ πέμψε Πατήρ, ὅς ὑπέρτατα δωμᾶτα ναίει, ῟Ωδ᾿ ἐγὼ ὑμέας εἰς χθόνα πέμπω εὐρυόδειαν. ῾Ως ἄρα φωνήσας, μύσταις ἔμπνευσ᾿ ἀγορεύων· Πνεῦμα δέχνυσθ᾿ ἅγιον φαεσίμβροτον, ὑψιθόωκον· ῟Ων μέν ἀτασθαλίας θνητῶν ἀφέητ᾿ ἐπὶ γαῖαν, Τοῖσιν ἦ που ἀφίενται ἐπ᾿ οὐρανὸν ἀστερόεντα, ῟Ων δ᾿ ἀρ᾿ ἐπεσβολίας ὑπερφιάλων κρατέητε, Τοῖσιν ἁλυκτοπέδης κεῖναι σθεναρῶς κρατέονται.
Θωμᾶς δ᾿ ᾧ ἐπίκλησις ἅπασι Δίδυμος ἀκούειν, Οὐχ ἅμα τοῖς ἄλλοις μύσταις πρίν ὁμώροφος ἔσκε, ᾿Ιησοῦς ὅτ᾿ ἔβη εἴσω μελάθροιο ἑταίρων. ῎Ιαχον οὖν ἄλλοι τούτῳ ἐρίηρες ἑταῖροι· Εἴδομεν ὀφθαλμοῖσιν ᾿Ιησοῦν Παγκρατέοντα. Τούς δ᾿ ἀπαμειβόμενος Θωμᾶς προσέφησεν ἀτειρής· ῎Ιχνια ἥν μὴ ἴδω μετὰ χείρεσιν ἡλοτορήτῃς, Δάκτυλον ἐμβάλω τε ἐκείνου ἔνδοθι χειρός, Χεῖρά τ᾿ ἐμὴν εἴσω πλευρῆς οἱ ῥεῖα βαλοίμην, Οὔποτε ὑμετέροισι λόγοις κεφαλῇ κατανεύσω. |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου